Hosea 1:4
Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραὲλ, διότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Καὶ ἐπορεύθη, καὶ ἔλαβε τὴν Γόμερ, θυγατέρα Δεβηλαΐμ· καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν.
5Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ.
Cross References
Joshua 19:18Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ, καὶ Χασαλὼθ, καὶ Σουνὰμ,
2 Kings 10:1Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ· καὶ ἔγραψεν Ἰοὺ βιβλίον, καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας, καὶ πρὸς τοὺς πρεσβυτέρους, καὶ πρὸς τοὺς τιθηνοὺς Αχαὰβ, λέγων,
2 Kings 10:10Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.
2 Kings 10:17Καὶ εἰσῆλθεν εἰς Σαμάρειαν· καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
2 Kings 15:10Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβίς· καὶ ἐπάταξαν αὐτὸν Κεβλαὰμ καὶ ἐθανάτωσαν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ.
2 Kings 17:6Ἐν ἔτει ἐννάτῳ Ὠσῆε συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων.