Hosea 11:2
Καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον, καὶ τοῖς γλυπτοῖς ἐθυμίων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 29:2Καὶ ἐκάλεσε Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ, καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
Judges 3:7Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου· καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι.
1 Samuel 8:7Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλʼ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπʼ αὐτῶν.
1 Kings 16:31Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ.
2 Kings 17:13Καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδα καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος, λέγων, ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν.
2 Chronicles 36:15Καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προθητῶν αὐτοῦ, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ἁγιάσματος αὐτοῦ.