Hosea 11:9
Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων.
Cross References
Numbers 23:19Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
Deuteronomy 32:26Εἶπα, διασπερῶ αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.
2 Samuel 20:10Καὶ Ἀμεσσαῒ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε· καὶ Ἰωὰβ καὶ Ἀβεσσαῒ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
Psalms 85:4Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ Κύριε ᾖρα τὴν ψυχήν μου.
Isaiah 27:4Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν· τοίνυν διατοῦτο ἐποίησε Κύριος πάντα, ὅσα συνέταξε· κατακέκαυμαι
Isaiah 55:8Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδʼ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος.