Hosea 13:1
Κατὰ τὸν λόγον Ἐφραὶμ δικαιώματα ἔλαβεν αὐτὸς ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτὰ τῇ Βάαλ καὶ ἀπέθανε.
μετάφραση των εβδομήκοντα
In The King James Version
When Ephraim spake trembling, he exalted himself in Israel; but when he offended in Baal, he died.
In Context
Cross References
Genesis 2:17Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπʼ αὐτοῦ· ᾗ δʼ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.
Numbers 10:22Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς Ἐφραὶμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισαμὰ υἱὸς Σμιούδ.
Numbers 13:16Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν· καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν.
Joshua 3:7Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ἰσραὴλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
Judges 12:1Καὶ ἐβόησεν ἀνὴρ Ἐφραὶμ, καὶ παρῆλθαν εἰς Βοῤῥᾶν, καὶ εἶπαν πρὸς Ἰεφθάε, διατί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
1 Kings 12:25Καὶ ᾠκοδόμησεν Ἱεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ κατῴκει ἐν αὐτῇ, καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ.