Hosea 2:20
Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπίδι.
μετάφραση των εβδομήκοντα
In The King James Version
I will even betroth thee unto me in faithfulness: and thou shalt know the LORD.
In Context
19Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
Cross References
Leviticus 26:5Καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν·
Isaiah 2:4Καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐξελέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπʼ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
Jeremiah 24:7Καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μου εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, ὅτι ἐπιστραφήσονται ἐπʼ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν.
Jeremiah 31:33Συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος· καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου, πρωῒ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν,
Ezekiel 34:25Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.
Ezekiel 38:23Καὶ μεγαλυνθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.