Hosea 2:9
Καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς, καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς, καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ, πορεύσομαι, καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε, ἢ νῦν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Isaiah 17:10διότι κατέλιπες τὸν Θεὸν τὸν σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης· διὰτοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον.
Ezekiel 16:39Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου, καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου· καὶ ἀφήσουσί σε γυμνὴν, καὶ ἀσχημονοῦσαν.
Hosea 8:7Ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό.
Joel 2:14Τίς οἶδεν εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;
Haggai 1:6Ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονὴν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.