Hosea 8:14
Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτόν, καὶ ᾠκοδόμησαν τεμένη· καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 32:18Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.
1 Kings 16:31Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ.
2 Chronicles 26:10Καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ, καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν σεφηλᾷ· καὶ ἐν τῇ πεδινῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.
Psalms 106:21Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων·
Isaiah 22:8καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως·
Isaiah 42:13Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.