Isaiah 10:13
Εἶπε γὰρ, ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 7:2Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μὴ ποτε καυχήσηται Ἰσραὴλ ἐπʼ ἐμὲ, λέγων, ἡ χείρ μου ἔσωσέ με.
2 Kings 16:8Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα.
2 Kings 17:24Καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθὰ, ἀπὸ Ἀϊὰ, καὶ ἀπὸ Αἱμὰθ, καὶ Σεπφαρουαῒν, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν, καὶ κατῴκίσθησαν ἐν ταῖς πόλεσιν αὐτῆς.
2 Kings 18:15Καὶ ἔδωκεν Ἑζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως.
2 Kings 19:22Τίνα ὠνείδισας, καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνὴν, καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου; εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ;
1 Chronicles 5:26Καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ, καὶ τὸ πνεῦμα Θαγλαφαλλασὰρ βασιλέως Ἀσσοὺρ, καὶ μετῴκισε τὸν Ῥουβὴν, καὶ τὸν Γαδδὶ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ, καὶ Χαβὼρ, καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.