Isaiah 10:20
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
19Καὶ οἱ καταλειφθέντες ἀπʼ αὐτῶν ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς.
21Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα.
Cross References
2 Kings 19:31Ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσεται κατάλειμμα, καὶ ἀνασωζόμενος ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο.
2 Chronicles 28:20Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαλγαφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν.
Isaiah 1:9Καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὁμοίωθημεν.
Isaiah 6:13καὶ ἔτι ἐπʼ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.
Isaiah 17:7Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται,
Isaiah 37:4Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων.