Isaiah 10:4
Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργή, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
5Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
Cross References
Leviticus 26:36Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐθενὸς διώκοντος.
Deuteronomy 32:30Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς, καὶ Κύριος παρέδωκεν αὐτούς;
Isaiah 9:11Συρίαν ἀφʼ ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφʼ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι· ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
Isaiah 9:16Διατοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντε ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα· ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
Isaiah 9:20Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραὶμ, καὶ Ἐφραὶμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
Isaiah 22:2Ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι ἐν μαχαίραις, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμων.