Isaiah 11:14
Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 6:3Καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ Ἀμαλὴκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς, καὶ παρενέβαλον εἰς αὐτοὺς,
Isaiah 25:10Ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβίτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις.
Isaiah 34:5Ἐμεθύσθη ἡ μάχαιρὰ μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
Isaiah 60:14Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Σιὼν ἀγίου Ἰσραήλ.
Jeremiah 49:2πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ εἶπαν αὐτῷ, πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι.
Ezekiel 25:14Καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου, καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος.