Isaiah 15:3
Ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 3:31Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ, διαῤῥήξατε τὰ ἱμάτια ὑμῶν, καὶ περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
Isaiah 15:2Λυπεῖσθε ἐφʼ ἑαυτοὺς, ἀπολεῖται γὰρ καὶ Δηβὼν, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος· ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι.
Isaiah 22:4Διὰ τοῦτο εἶπα, ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου,
Jonah 3:6Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευὴ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφʼ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.