Isaiah 15:4
Ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῶν· διατοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 27:46Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαὰκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν;
Numbers 21:23Καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Ἰασσὰ, καὶ παρετάξατο τῷ Ἰσραήλ.
Deuteronomy 2:32Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἰασσά.
Judges 11:20Καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασὰ, καὶ παρετάξατο πρὸς Ἰσραήλ.
Job 3:20Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,
Isaiah 16:8Τὰ πεδία Ἑσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήστε τὰς ἀμπέλους αὐτῆς, ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι ἐνκατελείφθησαν, διέβησαν γὰρ πρὸς τὴν θάλασσαν.