Isaiah 16:3
βουλεύου, ποίει τε σκέπην πένθους αὕτη διαπαντὸς, ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· μὴ ἀχθῇς,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νοσσὸς ἀφῃρημένος, ἔσῃ θυγάτηρ Μωὰβ, ἔπειτα δέ Ἀρνῶν πλείονα
Cross References
Judges 9:15Καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα, εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφʼ ὑμᾶς, δεῦτε, ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπʼ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.
Psalms 82:3Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν.
Isaiah 9:6Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυεὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
Isaiah 32:2Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται, ὡς ἀφʼ ὕδατος φερομένου· καὶ φανήσεται ἐν Σειὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.
Jeremiah 21:12Οἶκος Δαυὶδ, τάδε λέγει Κύριος, κρίνατε πρωῒ κρίμα, καὶ κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.
Ezekiel 45:9Τάδε λέγει Κύριος Θεὸς, ἱκανούσθω ὑμῖν οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ, ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε· ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός.