Isaiah 17:1
Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων.
Cross References
Genesis 15:2Δέγει δὲ Ἅβραμ, Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
2 Kings 16:9Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε.
2 Chronicles 28:5Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.
Isaiah 7:8ἀλλʼ ἡ κεφαλὴ Ἀρὰμ, Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίμ· ἀλλʼ ἔτι ἐξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραίμ ἀπὸ λαοῦ,
Isaiah 10:9Καὶ ἐρεῖ, οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν;
Isaiah 15:1Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.