Isaiah 2:12
Ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
13Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν,
Cross References
Job 40:11Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον.
Psalms 37:13καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
Proverbs 6:16Ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεὸς, συντρίβεται δὲ διʼ ἀκαθαρσίαν ψυχῆς.
Isaiah 5:15Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ· καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται.
Isaiah 10:33Ἰδοὺ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται,
Isaiah 13:9Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.