Isaiah 22:13
αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα, καὶ πιεῖν οἶνον, λέγονες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Isaiah 5:12Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τον οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.
Isaiah 21:4Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.