Isaiah 26:11
Κύριε ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται· ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
12Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Cross References
Exodus 9:14Ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου, καὶ τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, ἵνα εἴδῇς ὅτι οὐκ ἔστιν, ὡς ἐγὼ, ἄλλος ἐν πάσῃ τῇ γῇ.
1 Samuel 6:9Καὶ ὄψεσθε, εἰ ὁδὸν ὁρίων αὐτῆς πορεύσεται μετὰ Βαιθσαμὺς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν τὴν μεγάλην ταύτην· καὶ ἐὰν μὴ, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν.
Psalms 28:5Φωνὴ Κυρίου συντρίβοντος κέδρους, συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου,
Isaiah 5:24Διατοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.
Isaiah 11:13Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφράιμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραὶμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραὶμ.