Isaiah 26:21
Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντασἐ πὶ τῆς γῆς· καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 4:10Καὶ εἶπε Κύριος, τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
Job 16:18Γῆ μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
Isaiah 13:11Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.
Isaiah 30:12Διατοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ, ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,
Ezekiel 8:6Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν· ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψει ἀνομίας μείζονας.
Ezekiel 10:3Καὶ τὰ χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλήν τὴν ἐσωτέραν.