Isaiah 26:5
ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις ἕως ἐδάφους.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4ἤλπισαν Κύριε ἕως τοῦ αἰῶνος, ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος,
6Καὶ πατήσουσιν αὐτοὺς πόδες πρᾳέων καὶ ταπεινῶν.
Cross References
Job 40:11Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον.
Isaiah 13:11Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.
Isaiah 24:10Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
Isaiah 25:12Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.
Isaiah 47:1Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος, κάθισον εἰς τὴν γῆν θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.
Jeremiah 51:25Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι, ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήκαμεν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε.