Isaiah 28:19
Ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς, πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
20Μάθετε ἀκούειν στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι.
Cross References
1 Samuel 3:11Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραὴλ, παντὸς ἀκούοντος αὐτὰ, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.
2 Kings 18:13Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἔτει τοῦ βασιλέως βασιλέως Ἑζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς.
2 Kings 24:2Καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων, καὶ τοὺς μονοζώνους Συρίας, καὶ τοὺς μονοζώνους Μωὰβ, καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμὼν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
Job 41:9Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν.
Isaiah 33:7Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφʼ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.
Isaiah 37:3Καὶ εἶπαν αὐτῷ, τάδε λέγει Ἐζεκίας, ἡμέρα, θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.