Isaiah 29:2
ἐκθλίψω γὰρ Ἀριήλ· καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σὲ, καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους,
Cross References
Isaiah 5:25Καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα ἐπʼ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.
Isaiah 10:32Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ.
Isaiah 24:1Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
Isaiah 34:6Ἡ μάχαιρα τοῦ Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος τράγων καὶ ἀμνῶν, καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι θυσία τῷ κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ.
Isaiah 37:3Καὶ εἶπαν αὐτῷ, τάδε λέγει Ἐζεκίας, ἡμέρα, θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.
Jeremiah 39:4καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται·