Isaiah 30:10
Οἱ λέγοντες τοῖς προφήταις, μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι, μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
9Ὅτι ὁ λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ·
Cross References
1 Kings 21:20ἐπάταξεν ἕκαστος τὸν παρʼ αὐτοῦ· καὶ ἐδευτέρωσιν ἕκαστος τὸν παρʼ αὐτοῦ· καὶ ἔφυγε Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ· καὶ σώζεται υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἐφʼ ἵππου ἱππέως.
1 Kings 22:13Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἐνὶ καλὰ περὶ τοῦ βασιλέως, γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά.
2 Chronicles 16:10Καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ, καὶ ἐλυμῄνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.
2 Chronicles 24:19Καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.
Job 41:3Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
Jeremiah 5:31Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;