Isaiah 30:28
Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σὺρον, ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται, τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις, καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 17:14Καὶ εἶπεν Ἀβεσσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ τὴν ἀγαθὴν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα.
2 Kings 19:28διὰ τὸ ὀργισθῆναί σε ἐπʼ ἐμὲ, καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου· καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου, καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.
Psalms 18:15Καὶ ἔσονται εἰς εὐδοκίαν τὸ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διαπαντός· Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.
Proverbs 26:3Ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
Isaiah 11:4ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.
Isaiah 17:14Πρὸς ἑσπέραν καὶ ἔσται πένθος, πριν ἢ πρωῒ, καὶ οὐκ ἔσται· αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς, καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.