Isaiah 30:32
Καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφʼ ᾗ αὐτὸς ἐπεποίθει, αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
31Διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς.
Cross References
Genesis 31:27Καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετʼ εὐφροσύνης, καὶ μετὰ μουσικῶν, καὶ τυμπάνων, καὶ κιθάρας.
2 Chronicles 32:8Μετὰ αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν· καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.
Job 21:11Μένουσι δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν,
Isaiah 2:19εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
Isaiah 11:15Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι.
Isaiah 24:8Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας.