Isaiah 30:6
Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς, ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.
Cross References
Exodus 5:10Κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς, καὶ ἔλεγον πρὸς τὸν λαὸν, λέγοντες, τάδε λέγει Φαραὼ, οὐκέτι δίδωμι ὑμῖν ἄχυρα.
Deuteronomy 4:20Ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς, καὶ ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Deuteronomy 17:16Διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὑτῷ ἵππον· ὁ δὲ Κύριος εἶπεν, οὐ προσθήσεσθε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι.
2 Chronicles 9:1Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν, καὶ ἦλθε τοῦ πειρᾶσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἀρώματα εἰς πλῆθος, καὶ χρυσίον, καὶ λίθον τίμιον· καὶ ἦλθε πρὸς Σαλωμὼν, καὶ ἐλάλησε πρὸς αὐτὸν πάντα ὅσα ἦν ἐν τῇ ψυχῇ αὐτῆς.
2 Chronicles 28:20Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαλγαφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν.
Isaiah 8:22καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ ἀπορία στενὴ, καὶ σκότος, θλίψις, καὶ στενοχωρία, καὶ σκότος ὥστε μὴ βλέπειν· καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.