Isaiah 33:1
Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου, οὕτως ἡττηθήσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 1:7Καὶ εἶπεν Ἀδωνιβεζὲκ, ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.
2 Chronicles 28:16Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχας πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ
Isaiah 10:5Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
Isaiah 17:14Πρὸς ἑσπέραν καὶ ἔσται πένθος, πριν ἢ πρωῒ, καὶ οὐκ ἔσται· αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς, καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.
Isaiah 24:16Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ· καὶ ἐροῦσιν, οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.
Jeremiah 25:12Καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον,