Isaiah 34:3
Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται, καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 9:35Καὶ ἐπορεύθησαν θάψαι αὐτὴν, καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.
Isaiah 34:7Καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετʼ αὐτῶν, καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
Jeremiah 22:19Ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ.
Ezekiel 32:4καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεται, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς.
Ezekiel 32:6Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐμπλήσω ἀπὸ σοῦ,
Ezekiel 38:22Καὶ κρινῶ αὐτὸν θανάτῳ, καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι, καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετʼ αὐτοῦ, καὶ ἐπʼ ἔθνη πολλὰ μετʼ αὐτοῦ.