Isaiah 36:7
Εἰ δὲ λέγετε, ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 12:2Ἀπωλίᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δένδρου δασέος·
2 Kings 18:4Αὐτὸς ἐξῆρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλέθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.
1 Chronicles 5:20καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν Ἀγαραῖοι, καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπʼ αὐτόν.
2 Chronicles 30:14Καὶ ἀνέστησαν, καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἱερουσαλὴμ, καὶ πάντα ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔῤῥιψαν εἰς τὸν χειμάῤῥουν Κέδρων.
2 Chronicles 32:7ἰσχύσατε καὶ ἀνδρίζεσθε, καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ, καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετʼ αὐτοῦ, ὅτι μεθʼ ἡμῶν πλείονες ἢ μετʼ αὐτοῦ.
Psalms 22:4Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.