Isaiah 41:22
Ἐγγισάτωσαν, καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν, εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
21Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.
Cross References
Isaiah 43:9Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοῦς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
Isaiah 45:21Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπʼ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ ἐμοῦ.
Isaiah 46:10ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα, πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω·