Isaiah 42:8
Ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μου ἐστὶ τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
9Τὰ ἀπʼ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.
Cross References
Exodus 3:14Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν, λέγων, ἐγώ εἰμι ὁ Ὤν· καὶ εἶπεν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ὁ Ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.
Exodus 20:3Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.
Isaiah 48:5Καὶ ἀνήγγειλά σοι πάλαι ἃ πρὶν ἐλθεῖν ἐπὶ σέ· ἀκουστόν σοι ἐποίησα, μή ποτε εἴπῃς, ὅτι τὰ εἴδωλά μοι ἐποίησε, καὶ εἴπῃς, ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.
Isaiah 48:11Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.