Isaiah 43:1
Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε Ἰακὼβ, καὶ ὁ πλάσας σε Ἰσραὴλ, μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 15:13Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Exodus 19:5Καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ.
Deuteronomy 32:6Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;
Deuteronomy 32:15Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.
Psalms 102:18τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Isaiah 41:14μὴ φοβοῦ Ἰακὼβ ὀλιγοστὸς Ἰσραὴλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς σου, ὁ λυτρούμενὸσσε Ἰσραήλ.