Isaiah 44:11
καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στησάτωσαν ἅμα· καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἅμα·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες πάντες ἀνωφελῆ,
Cross References
Deuteronomy 4:28Καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται, οὔτε μὴ ἀκούσωσιν, οὔτε μὴ φάγωσιν, οὔτε μὴ ὀσφρανθῶσι.
Judges 16:23Καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσαιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν, καὶ εὐφρανθῆναι, καὶ εἶπαν, ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν.
1 Samuel 6:4Καὶ λέγουσι, τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν, κατα ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ,
1 Kings 18:40Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνελαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
Isaiah 1:29Διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ᾐσχύνθησαν ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν.
Isaiah 42:17Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν.