Isaiah 44:8
Μὴ παρακαλύπτεσθε, μηδὲ πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἕστι Θεὸς πλὴν ἐμοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 28:13Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς· καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου.
Genesis 48:19Καὶ οὐκ ἠθέλησεν, ἀλλʼ εἶπεν, οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλʼ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζον αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
Leviticus 26:1Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐδὲ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
Deuteronomy 4:35ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
Deuteronomy 28:1Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθνη τῆς γῆς,
Deuteronomy 32:31Ὅτι οὐκ εἰσὶν ὡς ὁ Θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.