Isaiah 47:8
Νῦν δὲ ἄκουε ταῦτα τρυφερὰ, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς, ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 18:7Καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες, καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπʼ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροὺς, καὶ μακράν εἰσι Σιδωνίων, καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον.
Psalms 10:5Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Isaiah 22:12Καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,
Isaiah 45:6ἵνα γνῶσιν οἱ ἀπʼ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι.
Isaiah 47:10τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἶπας, ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· γνῶθι, ἡ σύνεσις τούτων ἔσται, καὶ ἡ πορνεία σου σοὶ αἰσχύνη· καὶ εἶπας τῇ καρδίᾳ σου, ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.