Isaiah 5:9
Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.
Cross References
2 Chronicles 36:21τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος Ἱερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς σαββατίσαι εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
Proverbs 15:27Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται· ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Isaiah 6:11Καὶ εἶπα, ἕως πότε Κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος.
Isaiah 27:10Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται ποίμνια.
Amos 5:11Διατοῦτο ἀνθʼ ὧν κατεκονδύλιζον πτωχοὺς, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρʼ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.