Isaiah 51:20
Οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπʼ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
21Διατοῦτο ἄκουε τεταπεινωμένη, καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.
Cross References
Deuteronomy 14:5ἔλαφον, καὶ δορκάδα, καὶ πύγαργον, ὄρυγα, καὶ καμηλοπάρδαλιν.
Isaiah 5:25Καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα ἐπʼ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.
Isaiah 9:19Ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ.
Isaiah 40:30Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται.
Isaiah 51:17Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας,
Jeremiah 14:16καὶ ὁ λαὸς, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτοὺς, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες αὐτῶν, καὶ ἐκχεῶ ἐπʼ αὐτοὺς τὰ κακὰ αὐτῶν.