Isaiah 52:6
Διατοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 3:13Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρῶ πρὸς αὐτοὺς, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς· ἐρωτήσουσί με, τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;
Exodus 34:5Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου.
Psalms 48:10καὶ ζήσεται εἰς τέλος· ὅτι οὐκ ὄψεται καταφθορὰν,
Isaiah 42:9Τὰ ἀπʼ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.
Isaiah 60:16Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε Θεὸς Ἰσραήλ.
Ezekiel 20:44Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς, καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος.