Isaiah 58:2
Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 5:28Καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ· καὶ εἶπε Κύριος πρὸς μέ, ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν.
Proverbs 15:8Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.
Isaiah 29:13Καὶ εἶπε Κύριος, ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
Isaiah 48:1Ἀκούσατε ταῦτα οἶκος Ἰακὼβ, οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐκ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης,
Ezekiel 33:30Καὶ σὺ υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ, λέγοντες, συνέλθωμεν, καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου.