Isaiah 60:18
Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Psalms 72:3Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.
Isaiah 11:9καὶ οὐ μὴ κακοποιήσουσιν, οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.
Micah 4:3Καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν· καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα, καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπʼ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν·
Zechariah 9:8Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα, τοῦ μὴ διαπορεύεσθαι, μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπʼ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου.