Isaiah 63:10
Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς ἐπολέμησεν αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 15:24Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ, λέγοντες, τί πιόμεθα;
Exodus 23:21Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπʼ αὐτῷ.
Leviticus 26:17Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς.
Numbers 16:1Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευί, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἐλιάβ, καὶ Αὒν υἱὸς Φαλὲθ υἱοῦ Ῥουβήν·
Deuteronomy 9:7Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφʼ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου, καὶ ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον.
Deuteronomy 28:15Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε.