Isaiah 63:5
Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.
6Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.
Cross References
Psalms 107:12Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν;
Isaiah 41:28Ἀπὸ γὰρ τῶν ἐθνῶν, ἰδοὺ οὐδείς· καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι.
Isaiah 51:9Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος.
Isaiah 59:16Καὶ εἶδε, καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενοήσε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος· καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.
Hosea 1:7Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι.