Isaiah 7:2
Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ, λέγων, συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 14:1Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ, ἐνέδωκε φωνήν· καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.
2 Samuel 7:16Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τον αἰῶνα.
1 Kings 12:16Καὶ εἶδον πᾶς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ, λέγων, τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε Ἰσραὴλ, εἰς τὰ σκηνώματά σου· νύν βόσκε τὸν οἶκόν σου, Δαυίδ· καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.
2 Kings 7:6Καὶ Κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ, νῦν ἐμισθώσατο ἐφʼ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφʼ ἡμᾶς.
2 Chronicles 28:12Καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραὶμ, Οὐδείας ὁ τοῦ Ἰωανοῦ, καὶ Βαραχίας ὁ τοῦ Μοσολαμὼθ, καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ, καὶ Ἀμασίας ὁ τοῦ Ἐλδαῒ ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου,
Psalms 27:1Τοῦ Δαυίδ. Πρὸς σὲ Κύριε ἐκέκραξα, ὁ Θεός μου μὴ παρασιωπήσῃς ἐπʼ ἑμοὶ, μήποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.