Isaiah 8:7
διατοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 6:17Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει.
2 Kings 17:3Ἐπʼ αὐτὸν ἀνέβη Σαλαμανασσὰρ βασιλεὺς Ἀσσυρίων· καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος, καὶ ἐπέστρεψεν αὐτῷ μαναά.
Ezra 4:10καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ἀσσεναφὰρ ὁ μέγας καὶ ὁ τίμιος, καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσι τῆς Σομόρων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ.
Psalms 72:8Διενοήθησαν, καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν.
Isaiah 7:17Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.
Isaiah 10:8Καὶ ἐὰν εἴπωσιν αὐτῷ, σὺ μόνος εἶ ἄρχων·