Isaiah 8:9
Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 20:11Καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ, καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλε πρὸς αὐτούς.
Proverbs 11:21Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν.
Isaiah 14:5Συνέτριψε Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων.
Isaiah 28:13Καὶ ἔσται αὐτοῖς τὸ λόγιον τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν, ἵνα πορεύσωσι καὶ πέσωσιν ὀπίσω· καὶ συντριβήσονται, καὶ κινδυνεύσουσι, καὶ ἁλώσονται.
Isaiah 54:15Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι διʼ ἐμοῦ, καὶ παροικήσουσί σοι, καὶ ἐπὶ σὲ καταφεύξονται.