Isaiah 9:12
Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐζήτησαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 16:6Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
Psalms 79:7Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
Isaiah 5:25Καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα ἐπʼ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.
Isaiah 31:1Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις πεποιθότες καὶ ἐφʼ ἅρμασιν, ἔστι γὰρ πολλὰ, καὶ ἐφʼ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν κύριον οὐκ ἐζήτησαν·
Jeremiah 10:25Ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε, καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτὸν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.