Jeremiah 1:11
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, βακτηρίαν καρυΐνην.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
12Καὶ εἶπε Κύριος πρὸς μὲ, καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.
Cross References
Isaiah 55:11οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου.
Ezekiel 7:10Ἰδοὺ ἡ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε,
Ezekiel 12:28Διατοῦτο εἰπὸν πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος, οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.
Amos 8:2καὶ εἶπε Κύριος πρὸς μὲ, ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν.
Zechariah 5:2Καὶ εἶπε πρὸς μὲ, τί σὺ βλέπεις; καὶ εἶπα, ἐγὼ ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι, καὶ πλάτους πήχεων δέκα.