Jeremiah 13:19
Πόλεις αἱ πρὸς Νότον, συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 26:31Καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους, καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν.
Deuteronomy 28:52Καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρὰ, ἐφʼ οἷς σὺ πέποιθας ἐπʼ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου· καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι.
Joshua 18:5καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας· Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ Λιβὸς, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ Βοῤῥᾶ.
1 Chronicles 9:1Καὶ πᾶς Ἰσραὴλ ὁ συλλοχισμὸς αὐτῶν· καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα, μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν,
Jeremiah 17:26Καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν Ἱερουσαλὴμ, καὶ ἐκ γῆς Βενιαμὶν, καὶ ἐκ γῆς πεδινῆς, καὶ ἐκ τοῦ ὄρους, καὶ ἐκ τῆς πρὸς Νότον, φέροντες ὁλοκαυτώματα καὶ θυσίας καὶ θυμιάματα καὶ μάννα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.
Jeremiah 24:1Ἔδειξέ μοι Κύριος δύο καλάθους σύκων, κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου, μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς τεχνίτας, καὶ τοὺς δεσμώτας, καὶ τοὺς πλουσίους ἐξ Ἱερουσαλὴμ, καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα.