Jeremiah 14:10
Οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ, ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐώδωσεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
11Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθὰ,
Cross References
1 Samuel 15:2Τάδε εἶπε Κύριος σαβαὼθ, νῦν ἐκδικήσω ἃ ἐποίησεν ʼΑμαλὴκ τῷ Ἰσραὴλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου.
Psalms 95:10Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν σἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοῦς ἐν εὐθύτητι.
Jeremiah 2:25Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους· ἡ δὲ εἶπεν ἀνδριοῦμαι, ὅτι ἠγαπήκει ἀλλοτρίους, καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.
Jeremiah 3:1Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπʼ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρὸς μὲ, λέγει Κύριος.
Jeremiah 8:5Διατί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;