Jeremiah 16:4
ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται, καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται· καὶ τοῖς θηρίοις τῆς γῆς ἔσονται καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 28:22Πατάξαι σε Κύριος ἐν ἀπορίᾳ, καὶ πυρετῷ, καὶ ῥίγει, καὶ ἐρεθισμῷ, καὶ ἀνεμοφθορίᾳ, καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσί σε.
1 Kings 21:23Καὶ οἱ παῖδες βασιλέως Συρίας· καὶ εἶπον, θεὸς ὀρέων Θεὸς Ἰσραὴλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατʼ εὐθὺ, εἰ μὴν κραταιώσωμεν ὑπὲρ αὐτούς.
2 Kings 9:36Καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ· καὶ εἶπε, λόγος Κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλιοὺ τοῦ Θεσβίτου, λέγων, ἐν τῇ μερίδι Ἰεζρὰελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ.
Psalms 79:2Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι,
Isaiah 5:25Καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα ἐπʼ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.
Jeremiah 7:33Καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.